# Orationes 34-5

Dio Chrysostomus, Orationes, (11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/34-5

ἢ τοῦτο μὲν οὐκ ἀνυστόν, κοινῇ δὲ ξύμπαν τὸ τῶν ἀνθρώπων γένοστὴν ὁλόκληρον καὶ τῷ ὄντι τελείαν τελετὴν μυούμενον, οὐκ ἐν οἰκήματι μικρῷ παρασκευασθέντι πρὸς ὑποδοχὴν ὄχλου βραχέος ὑπὸ Ἀθηναίων, ἀλλὰ ἐν τῷδε τῷ κόσμῳ, ποικίλῳ καὶ σοφῷ δημιουργήματι, μυρίων ἑκάστοτε θαυμάτων φαινομένων, ἔτι δὲ οὐκ ἀνθρώπων ὁμοίων τοῖς τελουμένοις, ἀλλὰ θεῶν ἀθανάτων θνητοὺστελούντων, νυκτί τε καὶ ἡμέρᾳ , εἰ θέμις εἰπεῖν, ἀτεχνῶς περιχορευόντων ἀεί, τούτων ξυμπάντων μηδεμίαν αἴσθησιν μηδὲ ὑποψίαν λαβεῖν τοῦ κορυφαίου προεστῶτος τῶν ὅλων καὶ κατευθύνοντος τὸν ἅπαντα οὐρανὸν καὶ κόσμον, οἷον σοφοῦ κυβερνήτου νεὼς ἄρχοντος πάνυ καλῶς τε καὶ ἀνενδεῶς παρεσκευασμένης;

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
