# Orationes 35-10

Dio Chrysostomus, Orationes, (16)ΤΑΡΣΙΚΟΣ ΠΡΩΤΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/35-10

εἰ δή τις ὑπῆρχε τοιαύτη πόλις, ὥστε ἀεὶ θρηνούντων ἐν αὐτῇ ἀκούειν καὶ μηδένα δύνασθαι δίχα τῆς δυσφημίας ταύτης προελθεῖν μηδὲ ἐπʼ ὀλίγον, πρὸς τοῦ Διὸς ἔστιν ὅστις ἂν ἡδέως ἐπεδήμησεν; καίτοι τὸ μὲν θρηνεῖν, ὡς ἂν εἴποι τις, ἀτυχίας ἐστὶ σημεῖον, τὸ δὲ τοιοῦτον ἀναισχυντίας, ἀσελγείας τῆς ἐσχάτης. οὐκοῦν εἰκὸς ἐν δυστυχέσι μᾶλλον ἀνθρώποις ἐθέλειν διατρίβειν ἢ ἀκολάστοις. ἐγὼ μὲν γὰρ οὐκ ἂν ἑλοίμην ἀκούειν οὐδὲ αὐλούντων διηνεκῶς· ἀλλʼ εἴ τις ἔστι τοιοῦτος τόπος, ἐν ᾧ συνεχής ἐστιν ἦχος εἴτε αὐλῶν εἴτε ᾠδῆς εἴτε κιθάρας, οἷον δή φασι τὸν τῶν Σειρήνων εἶναι σκόπελον ἀεὶ μελῳδούμενον, οὐκ ἂν δυναίμην ἐκεῖσε ἐλθὼν διάγειν.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
