# Orationes 35-2-37

Dio Chrysostomus, Orationes, 35 to 37. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/35-2

ὥστε οὐκέθʼ αὑτὸν ἠξίου τῷ Περσῶν βασιλεῖ παραβάλλειν· πολὺ γὰρ εἶναι τὸ μεταξύ. τὸν μὲν γὰρ ἀθλιώτατον ἁπάντων τυγχάνειν, φοβούμενον μὲν ἐν τοσούτῳ χρυσῷ πενίαν, φοβούμενονδὲ νόσους, τῶν δὲ νοσερῶν ἀπέχεσθαι μὴ δυνάμενον, ἐκπεπληγμένον δὲ τὸν θάνατον, καὶ πάντας ἐπιβουλεύειν αὐτῷ νομίζοντα μέχρι τῶν παίδων τε καὶ ἀδελφῶν. διὰ δὲ ταῦτα μήτε ἐσθίοντα ἥδεσθαι, τῶν ἡδίστων αὐτῷ παρόντων, μήτε πίνοντα ἐπιλανθάνεσθαι τῶν ὀχληρῶν. μηδεμίαν δὲ ἡμέραν διάγειν ῥᾳδίως, ἐν ᾗβλέπειν αὐτὸν εἶναι μὴ τὰ δεινότατα πάσχοντα. καὶ τοῦτο μὲν νήφοντα ἐπιθυμεῖν μέθης, ὡς τότε ἀπαλλαγησόμενον τῶν συμφορῶν, τοῦτο δʼ αὖ μεθύοντα ἀπολωλέναι νομίζειν, ὡς ἀδύνατον αὑτῷ βοηθεῖν. ἔτι δὲ ἐγρηγορότα μὲν εὔχεσθαι καθυπνῶσαι, ὅπως ἐπιλάθηται τῶν φόβων, κοιμώμενον δὲ ἀναστῆναι τὴν ταχίστην,ἅτε ὑπʼ αὐτῶν τῶν ἐνυπνίων ἀπολλύμενον· τῆς δὲ χρυσῆς αὐτῷ πλατάνου καὶ τῶν Σεμιράμιδος οἰκοδομημάτων καὶ τῶν ἐν Βαβυλῶνι τειχῶν μηδὲν ὄφελος γιγνόμενον.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
