# Orationes 35-7-37

Dio Chrysostomus, Orationes, 35 to 37. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/35-7

δῆλον γὰρ ὡς ἐμοὶ πλέονος ἀξία γίγνεται, καὶ ἅμα ἡδὺ ὅραμα χώρα οἰκουμένη καὶ ἐνεργός· ἡ δʼ ἔρημος οὐ μόνον ἀνωφελὲς κτῆμα τοῖς ἔχουσιν, ἀλλὰ καὶ σφόδρα ἐλεεινόν τε καὶ δυστυχίαν τινὰ κατηγοροῦν τῶν δεσποτῶν. ὥστε μοι δοκεῖ μᾶλλον ἑτέρους προτρέπειν, ὅσους ἂν δύνησθε τῶν πολιτῶν, ἐργάζεσθαιτῆς δημοσίας γῆς ἀπολαβόντας, τοὺς μὲν ἀφορμήν τινα ἔχοντας πλείω, τοὺς δὲ πένητας, ὅσην ἂν ἕκαστος ᾖ δυνατός, ἵνα ὑμῖν ἥ τε χώρα ἐνεργὸς ᾖ καὶ τῶν πολιτῶν οἱ θέλοντες δύο τῶν μεγίστων ἀπηλλαγμένοι κακῶν, ἀργίας καὶ πενίας. ἐπὶ δέκα μὲν οὖν ἔτη προῖκα ἐχόντων· μετὰ δὲ τοῦτον τὸν χρόνον ταξάμενοι μοῖρανὀλίγην παρεχέτωσαν ἀπὸ τῶν καρπῶν, ἀπὸ δὲ τῶν βοσκημάτων μηδέν. ἐὰν δέ τις ξένος γεωργῇ, πέντε ἔτη καὶ οὗτοι μηδὲν ὑποτελούντων, ὕστερον δὲ διπλάσιον ἢ οἱ πολῖται. ὃς δὲ ἂν ἐξεργάσηται τῶν ξένων διακόσια πλέθρα, πολίτην αὐτὸν εἶναι, ἵνα ὡς πλεῖστοι ὦσιν οἱ προθυμούμενοι.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
