# Orationes 35-36

Dio Chrysostomus, Orationes, 35 to 36. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/35

τῷ παντὶ γὰρ κρείττων οὗτος κόσμος τῶν ἱερῶν ἢ σμαράγδων καὶ σαρδίων καὶ ὀνύχων, οἷος ἦν ὁ Σαρδαναπάλου περὶ Νίνον. οὐ γὰρ βασιλέως τὰ τοιαῦτα φιλοτιμήματα οὐδαμῶς, ἀλλʼ ἀνοήτου μὲν παίγνια κόρης, ἀκολάστου δὲ γυναικός. οὔκουν οὐδὲ Ἀθηναίους οὕτως, ἔφη, ζηλῶ τῆς δαπάνης καὶ πολυτελείας τῆς περὶ τὴν πόλιν καὶ τὰ ἱερὰ ὅσον τῶν ἔργων ἃ ἔπραξαν οἱ πρότερον· τὸν γὰρ ἀκινάκην τὸν Μαρδονίου πολὺ σεμνότερον καὶ κρεῖττον ἀνάθημα ἔχουσιν καὶ τὰς Λακώνων ἀσπίδας τῶν ἐν Πύλῳ ποτὲ ἁλόντων ἢ τὰ προπύλαια τῆς ἀκροπόλεως καὶ τὸ Ὀλύμπιον ἀπὸ πλειόνων ἢ μυρίων ταλάντων.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
