# Orationes 37-9

Dio Chrysostomus, Orationes, (17)ΤΑΡΣΙΚΟΣ ΔΕΥΤΕΡΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/37-9

νῦν δὲ ὥσπερ οἱ τοῖς ἀπογείοις, μᾶλλον δὲ τοῖς ἀπὸ τῶν γνόφων πνεύμασι πλέοντες, οὕτως φέρεσθε, ἄνδρες Ταρσεῖς, οὔτε τῆς τοιαύτης πολιτείας οὔτʼ ἐκείνου τοῦ πλοῦ βέβαιον οὐδʼ ἀσφαλὲς ἔχοντος οὐδέν. διαρκέσαι μὲν γὰρ ἄχρι παντὸς οὐχ οἷαί τέ εἰσιν αἱτοιαῦται προσβολαί, πολλάκις δὲ κατέδυσαν ἀκαίρως προσπεσοῦσαι. ἔδει δὲ πόλιν οὕτως μεγάλην καὶ λαμπρὰν ἔχειν τοὺς ἀληθῶς προνοοῦντας. ταύτῃ δὲ ἴσως ὑπὸ τῶν ἐφημέρων τούτων καὶ πρὸς ὀλίγον δημαγωγῶν οὐδὲν ἔστιν ἀγαθὸν παθεῖν.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
