# Orationes 4-11

Dio Chrysostomus, Orationes, (17)ΤΑΡΣΙΚΟΣ ΔΕΥΤΕΡΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/4-11

τί ποτʼ οὖν ἐλπίσας καὶ τί βουληθεὶς παρελήλυθα τοιοῦτος ὢν ἐν καιρῷ τοιούτῳ; μανίας γὰρ τοῦτο ἀληθινῆς. ὅτι μηδενὸς αὐτὸς δέομαι παρʼ ὑμῶν, ἀλλὰ τῆς ὑμετέρας ὠφελείας ἕνεκα ἐσπούδακα. ἐὰν οὖν μὴ ἀνάσχησθέ μου, δῆλον ὅτι ὑμᾶς αὐτούς, οὐκ ἐμέ, ζημιώσετε. καίτοι προσήκει γε ὑμῖν, εἴ με ἡγεῖσθε καὶ τῷ ὄντι μαίνεσθαι, διʼ αὐτὸ τοῦτο ἀκοῦσαι. μὴ γὰρ οἴεσθε ἀετοὺς μὲν καὶ ἱέρακας προσημαίνειν ἀνθρώποις τὸ δέον, καὶ τὴν παρὰ τῶν τοιούτων συμβουλὴν πιστὴν εἶναι διὰ τὸ αὐτόματον καὶ τὸ θεῖον, ἄνδρα δὲ ἀφιγμένον οὕτως καὶ μηδαμόθεν ὑμῖν προσήκοντα μὴ κατὰ τὸ δαιμόνιον ἥκειν ἐροῦντα καὶ συμβουλεύσοντα.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
