# Orationes 42-7

Dio Chrysostomus, Orationes, (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/42-7

τὸ δὲ πάντων χαλεπώτατον, ἐσπουδακότες περὶ τὴν θέαν οὐχ ὁρῶσι καὶ ἀκούειν ἐθέλοντες οὐκ ἀκούουσι, σαφῶς ἐξεστηκότες καὶ παρανοοῦντες, οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ παῖδες καὶ γύναια. ἐπειδὰν δὲ παύσηται τὸ δεινὸν καὶ διαλυθῶσι, τὸ μὲν ἀκμαιότερον ἔσβεσται τῆς ταραχῆς· ἔτι δὲ ἔν τε συνόδοις καὶ στενωποῖς μένει καὶ διʼ ὅλης τῆς πόλεως ἐπὶ συχνὰς ἡμέρας· καθάπερ ἐμπρησμοῦ μεγάλου λήξαντος ἰδεῖν ἔστι μέχρι πολλοῦ τήν τε λιγνὺν καὶ μέρη τινὰ φλεγόμενα.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
