# Orationes 42-9

Dio Chrysostomus, Orationes, (17)ΤΑΡΣΙΚΟΣ ΔΕΥΤΕΡΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/42-9

τουτὶ μὲν γάρ, ὃ ποιεῖ νῦν ὁ πρύτανις, παντελῶς ἀνόητον ἦν ἄν, εἰ καὶ διεγνώκειτε κατηγορεῖν· μηδέπω μέντοι καιρὸς ᾖ φανερῶς οὕτως διαφέρεσθαι καὶ προλέγειν. ἀλλʼ ἐπειδή τις τῶν ὑμετέρων πολιτῶν ἐν καιροῖς ἀναγκαίοις τῇ πόλει παρέσχεν αὑτὸν καὶ λαμπρὸς ἔδοξε δυοῖν ἡγεμόνων κατηγορήσας ἐφεξῆς, οἱ πολλοὶ νομίζουσι τοιούτου τινὸς ἔργου δεῖν αὐτοῖς. τοῦτο δὲ ὅμοιόν ἐστιν, ὥσπερ εἴ τις ἰατρὸν ἰδὼν εἴς τι τῶν ὠφελίμων φαρμάκων ἐκ μέρους τι μιγνύντα καὶ θανάσιμον, μηδὲν ἄλλοεἰδώς, μήτε ὅπως συνετέθη μήτε ὁπόσον δεῖ λαβεῖν, μιμεῖσθαι βούλοιτο. τὸ μὲν οὖν αὐτοσχεδιάζειν τὰ μέγιστα καὶ προεστάναι πόλεως ἡγεῖσθαι παντὸς εἶναι τοῦ ἐλπίσαντος οὐ πολὺ τῶν τοιούτων ἀφέστηκεν.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
