# Orationes 46-2-49

Dio Chrysostomus, Orationes, 46 to 49. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/46-2

δοκεῖ δὲ τοῖς μὲν εὖ πράττουσι τῶν ἀνθρώπων ὁ μὲν βίος ἀμείνων, ὁ δὲ θάνατος διὰ τοῦτο λυπηρότερος· οἱ δὲ αὖ κακῶς ζῶντες τὸν βίον δοκοῦσι δυσχερέστερον φέρειν, τὸν δὲ θάνατον ἥδιον προσδέχεσθαι. τοῖς δέ γε τυράννοις ἀμφότερα ταῦτα χαλεπώτερα ἢ τοῖς ἄλλοις· ζῶσι μὲν γὰρ πολὺἀηδέστερον τῶν πάνυ ἐπιθυμούντων τεθνάναι, τὸν δὲ θάνατον οὕτω δεδοίκασιν ὡς ἥδιστα διάγοντες ἐν τῷ βίῳ. πεφυκότος δὲ τοῦ τὰ μὲν ἡδέα μᾶλλον εὐφραίνειν, ὅταν ᾖ σπάνια, τοῖς δὲ συνεχῶς χρωμένοις εἰς ἀηδίαν περιίστασθαι, τὰ δὲ κακὰ χαλεπώτερα εἶναι μηδέποτε ἀπαλλαττόμενα, σχεδὸν ἀμφότερα τοῖς τυράννοις καὶ τὰ ἡδέα καὶ τὰ λυπηρὰ ἀεὶ πάρεστιν, ὡς λυπούμενον μὲν μηδέποτε παύεσθαι σχεδόν, ἡδόμενον δὲ μηδέποτε αἰσθάνεσθαι. δέδοικε δὲ ἀεί ποτε τῶν μὲν πλουσίων τὴν δύναμιν, τῶν δὲ ἀπόρων τὴν ἐπιθυμίαν τοῦ πλούτου. μόνοις δὲ τοῖς μονάρχοις τῶν μὲν εὖ παθόντων οὐδεὶς οἶδε χάριν· οὐδέποτε γὰρ ἡγοῦνται τῶν ἱκανῶν τυγχάνειν· οἱ δὲ μὴ τυγχάνοντες ὧν βούλονται πάντων μάλιστα μισοῦσιν αὐτούς.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
