# Orationes 48-7

Dio Chrysostomus, Orationes, (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/48-7

μὰ Δίʼ οὐ μουσικῆς ἰσχὺν οὐδʼ ὑπερβολὴν τέχνης, ἀλλʼ ἀκροατῶν κουφότητακαὶ πόλεως ἀσθένειαν. φασὶ γοῦν ἤδη τινὰς τῶν ἀπολωλότων διὰ τὴν τοιαύτην πρόφασιν νεανιεύσασθαι, μὴ παραιτουμένους τὸν θάνατον, ἀλλὰ προσλιπαροῦντας, ὅπως ἀκούσωσιν ἐπὶ πλέον. τοῦτο δʼ ἐστὶ θαυμαστὸν ἐπʼ ὀνείδει καὶ καταγέλωτι τῆς πόλεως, εἰ παρὰ μὲν τοῖς ἄλλοις ἀριστεῖς καὶ τυραννοκτόνοι μνημονεύονται, σωτηρίας ἕνεκεν τῶν πατρίδων ἐπιδιδόντες αὑτούς· παρὰ δὲ ὑμῖν ὑπὲρ χορδῆς τοῦτο πάσχουσι καὶ διʼ ἡδονὴν μικράν, μᾶλλον δὲ δόξαν κενήν.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
