# Orationes 53-2-56

Dio Chrysostomus, Orationes, 53 to 56. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/53-2

καὶ μέντοι καὶ νικῶντας τοὺς Ἀχαιοὺς καθʼ ἡσυχίαν φησὶ στρατοπεδεύειν· παρὰ δὲ τοῖς Τρωσὶν ἐπειδή τι πλεονεκτεῖν ἔδοξαν, εὐθὺς εἶναι διʼ ὅλης τῆς νυκτὸς αὐλῶν συρίγγων τʼ ἐνοπὴν ὅμαδόν τʼ ἀνθρώπων· ὡς καὶ τοῦτο ἱκανὸν ὂν σημεῖον ἀρετῆς ἢ κακίας, οἵτινες ἂν ἐγκρατῶς τὰς εὐτυχίας ἢ τοὐναντίον μεθʼ ὕβρεως φέρωσιν. ἐμοὶ μὲν οὖν, ὦ πάτερ, ἱκανώτατος σωφρονιστὴς Ὅμηρος καὶ ὁ τούτῳ πειρώμενος τὸν νοῦν προσέχειν εὐτυχέστατός τε καὶ ἄριστος βασιλεύς. αὐτὸς γὰρ σαφῶς ὑποτίθεται δύο τὰς βασιλικωτάτας ἀρετὰς τήν τε ἀνδρείαν καὶ δικαιοσύνην, ὅπου φησίν, ἀμφότερον, βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής, ὡς τῶν ἄλλων ταύταις συνεπομένων. οὐ μέντοι μόνον αὐτὸν οἶμαι δεῖν διαφέρειν τὸν βασιλέα πρὸς τὸ ἀνδρεῖον καὶ σεμνόν, ἀλλὰ μηδὲ τῶν ἄλλων ἀκούειν μήτʼ αὐλούντων μήτε κιθαριζόντων μήτε ᾀδόντων ἀνειμένα μέλη καὶ τρυφερά, μηδὲ αὖ λόγων διεφθορότων κακοὺς ζήλους παραδέχεσθαι, πρὸς ἡδονὴν τῶν ἀμαθεστάτων γεγονότας, ἀλλὰ πάντα τὰ τοιαῦτα πρῶτον μὲν καὶ μάλιστα ἐκβαλεῖνὡς πορρωτάτω καὶ ἀποπέμψαι τῆς αὑτοῦ ψυχῆς, ἔπειτα τῆς βασιλευούσης πόλεως, γέλωτάς τε ἀκράτους καὶ τοιούτου γέλωτος ποιητὰς μετὰ σκωμμάτων, ἐμμέτρου τε καὶ ἀμέτρου, ὀρχήσεις τε πρὸς τούτοις ἀσελγεῖς καὶ σχήματα ἑταιρικὰ γυναικῶν ἐν ὀρχήσεσιν ἀκολάστοις, αὐλημάτων τε ὀξεῖς καὶ παρανόμουσῥυθμοὺς καὶ κατεαγότα μέλη ἀμούσοις καμπαῖς καὶ πολυφώνων ὀργάνων ποικιλίας.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
