# Orationes 53-57

Dio Chrysostomus, Orationes, 53 to 57. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/53

καταλαμβάνω οὖν λίθους τέ τινας εἰκῇ ξυγκειμένους καὶ δέρματα ἱερείων κρεμάμενα καὶ ῥόπαλα καὶ βακτηρίας, νομέων τινῶν ἀναθήματα, ὡς ἐφαίνετο, ὀλίγον δὲ ἀπωτέρω καθημένην γυναῖκα ἰσχυρὰν καὶ μεγάλην, τῇδὲ ἡλικίᾳ πρεσβυτέραν, τὰ μὲν ἄλλα ἄγροικον στολὴν ἔχουσαν, πλοκάμους δέ τινας πολιοὺς καθεῖτο. ταύτην ἕκαστα ἀνηρώτων. ἣ δὲ πάνυ πρᾴως καὶ φιλοφρόνως δωρίζουσα τῇ φωνῇ τόν τε τόπον ἔφραζεν ὡς Ἡρακλέους ἱερὸς εἴη, καὶ περὶ αὑτῆς, ὅτι παῖδα ἔχοι ποιμένα καὶ πολλάκις αὐτὴ νέμοι τὰ πρόβατα· ἔχειν δὲ μαντικὴνἐκ μητρὸς θεῶν δεδομένην, χρῆσθαι δὲ αὐτῇ τούς τε νομέας πάντας τοὺς πλησίον καὶ τοὺς γεωργοὺς ὑπὲρ καρπῶν καὶ βοσκημάτων γενέσεως καὶ σωτηρίας. καὶ σὺ δὲ ἐλήλυθας, ἔφη, οὐκ ἄνευ θείας τύχης εἰς τόνδε τὸν τόπον· οὐ γὰρ ἐάσω σε ἀπελθεῖν μάτην. καὶ μετὰ τοῦτο ἤδη προέλεγεν ὅτι οὐ πολὺς χρόνος ἔσοιτόμοι τῆς ἄλης καὶ τῆς ταλαιπωρίας, οὔτε σοί, εἶπεν, οὔτε τοῖς ἄλλοις ἀνθρώποις. ταῦτα δὲ ἔλεγεν, οὐχ ὥσπερ οἱ πολλοὶ τῶν λεγομένων ἐνθέων ἀνδρῶν καὶ γυναικῶν, ἀσθμαίνουσα καὶ περιδινοῦσα τὴν κεφαλὴν καὶ πειρωμένη δεινὸν ἐμβλέπειν, ἀλλὰ πάνυ ἐγκρατῶς καὶ σωφρόνως. συμβαλεῖς δέ, ἔφη, ποτὲ ἀνδρὶ καρτερῷ,πλείστης ἄρχοντι χώρας καὶ ἀνθρώπων· τούτῳ μήποτε ὀκνήσῃς εἰπεῖν τόνδε τὸν μῦθον, εἰ καί σου καταφρονεῖν τινες μέλλοιεν ὡς ἀδολέσχου καὶ πλάνητος. οἱ γὰρ ἀνθρώπων λόγοι καὶ τὰ πάντα σοφίσματα οὐδενὸς ἄξια πρὸς τὴν παρὰ τῶν θεῶν ἐπίπνοιαν καὶ φήμην. ὅσοι γάρ ποτε σοφοὶ καὶ ἀληθεῖς κατʼ ἀνθρώπους λόγοι περὶ θεῶν τε καὶ τοῦ σύμπαντος, οὐκ ἄνευ θείας ποτε βουλήσεως καὶ τύχης ἀνθρώπων ἐγένοντο διὰ τῶν πρώτων μαντικῶν τε καὶ θείων ἀνδρῶν·

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
