# Orationes 54-22

Dio Chrysostomus, Orationes, 54 to 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/54

ἢ σὺ τοὺς ἀλεκτρυόνας οὐ καλεῖς νόθους, οἳ ἂν ὦσιν ἐξ ἀνομοίων; ἢ οὐ μείζων σοι δοκεῖ διαφορὰ θεοῦ πρὸς γυναῖκα θνητὴν ἢ γενναίου ἀλεκτρυόνος; εἰ οὖν γέγονας οὕτως καθάπερ φασί, καὶ σὺ νόθος ἂν εἴης ὥσπερ ἀλεκτρυών. τυχὸν δὲ καὶ μαχιμώτατος ἔσῃ τῶν ἄλλων διὰ ταύτην τὴν νοθείαν. ἐνταῦθα ὁ Ἀλέξανδρος ἐμειδίασεν, καὶ ἥσθη ὡς οὐδέποτε, καὶ ἔδοξεν αὐτῷ ὁ Διογένης οὐ μόνον οὐ σκαιός, ἀλλὰ καὶ δεξιώτατος ἁπάντων καὶ μόνος εἰδὼς χαρίζεσθαι. τί οὖν, ἔφη, πότερον ἀληθὴς ἢ ψευδὴς εἶναι δοκεῖ σοι ὁ λόγος; ἄδηλον, ἔφη, ἐστίν· ἐὰν μὲν γὰρ ᾖς σώφρων καὶ ἀνδρεῖος καὶ τὴν τοῦ Διὸς ἐπιστάμενος τέχνην τὴν βασιλικήν, οὐθέν σε κωλύει τοῦ Διὸς εἶναι υἱόν· ἐπεὶ τοῦτό γε καὶ Ὅμηρόν φασι λέγειν, ὅτι πατήρ ἐστιν ὁ Ζεύς, ὥσπερ τῶν θεῶν, καὶ τῶν ἀνδρῶν, ἀλλʼ οὐ τῶν ἀνδραπόδων οὐδὲ τῶν φαύλων τε καὶ ἀγεννῶν οὐδενός· ἐὰν δὲ δειλὸς ᾖς καὶ τρυφερὸς καὶ ἀνελεύθερος, οὔτε σοι θεῶν οὔτε ἀνθρώπων τῶν ἀγαθῶν προσήκει.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
