# Orationes 56-6

Dio Chrysostomus, Orationes, (14)ΡΟΔΙΑΚΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/56-6

μὴ τοίνυν εἰ ἐκεῖνα μὲν ἔστιν ἀνελέσθαι τοῖς θεῖσι, τῆς εἰκόνος δὲ οὐθεὶς οὕτως ἐστὶ τῆς ἑαυτοῦ κύριος, καὶ τὸ πρᾶγμα ἀνόμοιον ἡγήσησθε· τὸ γὰρ μὴ πάντʼ εὐθὺς τῆς πόλεως εἶναι τὰ ἐν κοινῷ κείμενα καὶ δημοσίας ἀπογραφῆς τυχόντα δεῖξαι βουλόμενος ὡς τύπῳ κατὰ τοῦτο ἐχρησάμην. τὸ μέντοι μηθένα πρὸς ἄλλο τι τὴν εἰκόνα ἔχειν ἢ τὸ ἑστάναι παρʼ ὑμῖν, ᾧ μόνῳ διαφέρουσιν οὗτοι τοι τῶν ἐκεῖ τὰ χρήματα τιθέντων, ἔτι μᾶλλον ὑπὲρ αὐτῶν ἐστιν. ἃ γὰρ μηδὲ τοῖς λαβοῦσιν ἔξεστιν ἀνελεῖν, ἦπου γε τοῖς δεδωκόσιν ἐξεῖναι προσήκει;

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
