# Orationes 56-7

Dio Chrysostomus, Orationes, (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/56-7

παρὰ μὲν γὰρ ἐνίοις τῶν βαρβάρων μέθην φασὶ γίγνεσθαι πραεῖαν διʼ ἀτμοῦ θυμιαμάτων τινῶν· ἔπειτα χαίρουσι καὶ ἀνίστανται γελῶντες καὶ πάντα ποιοῦσιν ὅσα ἄνθρωποι πεπωκότες, οὐ μέντοι κακὸν οὐδὲν ἀλλήλους ἐργάζονται· τῶν δὲ Ἑλλήνων ὑμεῖς μόνοι διʼ ὤτων καὶ φωνῆς αὐτὸ πάσχετε, μᾶλλον δὲ ληρεῖτε ἐκείνων καὶ παραφέρεσθε καὶ μᾶλλον ἐοίκατε κραιπαλῶσιν. καίτοι τὰ τῶν Μουσῶν καὶ τὰ τοῦ Ἀπόλλωνος ἤπια δῶρα καὶ προσηνῆ. τὸν μὲν γὰρ Παιήονα καὶ Ἀλεξίκακον προσαγορεύουσιν, ὡς ἀποτρέποντα τῶν κακῶν καὶ ὑγίειαν ἐμποιοῦντα ταῖς ψυχαῖς καὶ σώμασιν, οὐ νόσον οὐδὲ μανίαν· τὰς δὲ παρθένους, ὡς ἂν αἰδουμένας τε καὶ σώφρονας.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
