# Orationes 56-65

Dio Chrysostomus, Orationes, 56 to 65. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/56

. οὐδεὶς γὰρ οὕτω μαλακὸς οὐδὲ φιλήδονος ὃς οἰχ ἥδεται τῇ αὑτοῦ πράξει, κἂν τύχῃ ἐπίπονος· ὡς ἥκιστα μὲν κυβερνήτης ἂν ἀχθεσθείη τοῖς ἐν θαλάττῃ πόνοις, ἥκιστα δὲ γεωργὸς τοῖς περὶ γεωργίαν ἔργοις, ἥκιστα δὲ κυνηγέτης οἷς δεῖ θηρῶντα κάμνειν· καίτοι σφόδρα μὲν ἐπίπονον γεωργία, σφόδρα δὲ κυνηγεσία. οὐ μὴν ἀπαξιοῖ τὸ κάμνειν καὶ ἐνοχλεῖσθαι τῶν ἄλλων ἕνεκεν, οὐδὲ ταύτῃ χεῖρον πράττειν νενόμικεν, ἐὰν δέῃ πλείστους αὐτὸν ἀνέχεσθαι πόνους καὶ πλεῖστα πράγματα ἔχειν. ὁρᾷ γὰρ ὅτι πανταχοῦ τὸ βέλτιον τοῦ ἥττονος ἔταξεν ὁ θεὸς προνοεῖν τε καὶ ἄρχειν, οἷον τέχνην μὲν ἀτεχνίας, ἀσθενείας δὲ δύναμιν, τοῦ δὲ ἀνοήτου τὸ φρόνιμον προνοεῖν καὶ προβουλεύειν ἐποίησεν. ἐν πάσαις δὲ ταύταις ταῖς ἐπιμελείαις τὸ ἄρχειν οὐδαμῶς ῥᾴθυμον, ἀλλὰ ἐπίπονον, οὐδὲ πλεονεκτοῦν ἀνέσεως καὶ σχολῆς, ἀλλὰ φροντίδων καὶ πόνων. αὐτίκα ἐν νηὶ ἐπιβάταις ἔξεστιν ἀμελεῖνκαὶ μηδὲ ὁρᾶν τὴν θάλατταν, ἀλλὰ μηδὲ ὅποι γῆς εἰσι, τὸ τοῦ λόγου, τοῦτο εἰδέναι· καὶ πολλοὶ τὸν τρόπον τοῦτον πλέουσι ταῖς εὐδίαις, οἱ μὲν πεττεύοντες, οἱ δὲ ᾅδοντες, οἱ δὲ εὐωχούμενοι διʼ ἡμέρας· ὅταν δὲ καταλάβῃ χειμών, ἐγκαλυψάμενοι περιμένουσι τὸ συμβησόμενον· οἱ δέ τινες καθυπνώσαντες οὐδὲ ἀνέστησαν, ἕως ἐγένοντο ἐν τῷ λιμένι. τῷ κυβερνήτῃ δὲ ἀνάγκη μὲν ὁρᾶν πρὸς τὸ πέλαγος, ἀνάγκη δὲ ἀποβλέπειν εἰς τὸν οὐρανόν, ἀνάγκη δὲ προσκοπεῖν τὴν γῆν· οὐ μὴν οὐδὲ τὰ ἐν τῷ βυθῷ χρὴ λανθάνειν αὐτόν, ἢ λήσεται περιπεσὼν ὑφάλοις πέτραις ἢ ἀδήλοις ἕρμασι· μόνῳ δὲ ἐκείνῳ τῆς μὲν νυκτὸς ἧττον ἔξεστι καθυπνῶσαι ἢ τοῖσνηχομένοις· ἡμέρας δὲ εἴ πού τι βραχὺ κλέψειε τοῦ ὕπνου, καὶ τοῦτο μετέωρον καὶ ἀμφίβολον, ὡς ἀναβοᾶν πολλάκις ἢ τὸ ἱστίον στέλλειν ἢ παράγειν τὸ πηδάλιον ἢ ἄλλο τι τῶν ναυτικῶν· ὥστε καὶ κοιμώμενος ἐκεῖνος μᾶλλον ἐπιμελεῖται τῆς νεὼς ἢ τῶν ἄλλων οἱ σφόδρα ἐγρηγορότες.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
