# Orationes 58-3

Dio Chrysostomus, Orationes, (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/58-3

εἰ δʼ ἦν οὕτως ὥς φασι, πῶς οὐκ ἔφριττον οἱ Τρῶες καὶ ὁ Πρίαμος τὴν πρὸς τοὺς Ἕλληνας ἔχθραν, εἰδότες ὅτι καὶ πρότερον οὐδὲν τηλικοῦτον ἐξαμαρτόντες ἀπώλοντο καὶ ἀνάστατοι ἐγένοντο, καὶ πολλοὶ μνημονεύοντες τὴν ἅλωσιν μηδὲν τούτων ἐννοῆσαι μηδὲ κωλῦσαι τὸν Ἀλέξανδρον μηδένα αὐτῶν;τίνα δὲ τρόπον ἀφικόμενος εἰς τὴν Ἑλλάδα συνῆν τῇ Ἑλένῃ καὶ διελέγετο καὶ τελευτῶν ἀνέπεισεν αὐτήν φυγεῖν, μήτε γονέων μήτε πατρίδος μήτε ἀνδρὸς ἢ θυγατρὸς μήτε τῆς παρὰ τοῖς Ἕλλησι φήμης φροντίσασαν, ἀλλὰ μηδὲ τοὺς ἀδελφοὺς φοβηθεῖσαν περιόντας, οἳ πρότερον αὐτὴν ἀφείλοντο Θησέως καὶ οὐ περιεῖδον ἁρπασθεῖσαν;

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
