# Orationes 58-5

Dio Chrysostomus, Orationes, (14)ΡΟΔΙΑΚΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/58-5

καίτοι καὶ θεοφιλεῖς ἅπαντες οἱχρηστοὶ λέγονται καὶ εἰσίν. εἶτα ἡμᾶς μὲν οὐχ ὁ τῶν κτημάτων τι τῶν ἡμετέρων ἀφαιρούμενος, ἀλλʼ ἂν τοὺς φίλους βλάπτῃ τις τοὺς ἡμετέρους ἀδικεῖ τῷ παντὶ πλέον· τοὺς δέ γε θεοὺς φήσομεν, ὡς ἔοικε, τῶν φίλων μᾶλλον ὀλιγωρεῖν ἢ τῶν κτημάτων; ἀλλὰ πάντα μὲν προσήκει βεβαίως ἔχειν τοὺς κτησαμένους,καὶ ταῦτα ἐν δημοκρατίᾳ καὶ παρʼ ὑμῖν, οἳ μέγιστον φρονεῖτε ἐπὶ τῷ νομίμως καὶ δικαίως διοικεῖν τὰ παρʼ ἑαυτοῖς, μάλιστα δὲ οἶμαι τὰς τιμὰς καὶ τὰς χάριτας· οὐ μόνον, ἐπειδὴ τὰ μὲν ἄλλα καὶ φαῦλος ὤν τις ἂν ἔχοι, χρήματα, οἰκίας, ἀνδράποδα, χώρας, ταῦτα δὲ μόνοις ὑπάρχει τοῖς ἐπιεικέσιν· ἀλλὰ καὶ διʼ ἐκεῖνο, ὅτι ταῦταμὲν ἔστι κεκτῆσθαι καὶ διʼ ἑτέρου τρόπου, κληρονομήσαντα ἢ πριάμενον· τῶν δὲ τοιούτων διὰ μόνης ἀρετῆς ἐστιν ἡ κτῆσις.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
