# Orationes 58-6

Dio Chrysostomus, Orationes, (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/58-6

οὐχ ἧττον δὲ καὶ περὶ συνουσίας ἔδοξε πρέπειν ἡ μουσικῆς δύναμις, ἁρμονίαν καὶ τάξιν αὐτόματον ταῖς ψυχαῖς ἐπεισάγουσα καὶ τὸ σφαλερὸν τῆς ἐν οἴνῳ τέρψεως παραμυθουμένη μετὰ ξυγγενοῦς δυνάμεως, ὥσπερ αὐτῷσυγκεραννύμενον ἐμμελὲς γίγνεται καὶ μέτριον. ταῦτα δὴ πάντα ἀνέστραπται νῦν καὶ μεθέστηκεν εἰς τοὐναντίον. οὐ γὰρ ἐκ Μουσῶν, ἀλλʼ ἐκ Κορυβάντων τινῶν κατέχεσθε, καὶ πιστὰ ποιεῖτε τὰ τῶν ποιητῶν μυθολογήματα· ὡς ἐκεῖνοί γε παρεισάγουσι Βάκχας τινὰς μαινομένας ὑπὸ μέλους καὶ Σατύρους· οὐκοῦν ὑμῖν τὰ τῶν νεβρίδωντε καὶ θύρσων ἐνδεῖ καὶ τὸ λέοντας φέρειν ἐν ταῖς ἀγκάλαις· τὰ δὲ ἄλλα καὶ πάνυ μοι δοκεῖτε ἐοικέναι Νύμφαις καὶ Σατύροις.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
