# Orationes 59-61

Dio Chrysostomus, Orationes, 59 to 61. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/59

ἦν μὲν γάρ, ὡς πάντες λέγουσι, Διὸς υἱὸς ἐξ Ἀλκμήνης, βασιλεὺς δὲ οὐ μόνον Ἄργους, καὶ τῆς Ἑλλάδος ἁπάσης. τοῦτο δὲ οἱ πολλοὶ οὐκ ἴσασιν, ἀλλʼ ὅτι αὐτὸς ἀπεδήμει στρατευόμενος καὶ φυλάττων τὴν ἀρχήν, οἱ δʼ Εὐρυσθέα φασὶ βασιλεύειν τότε . ταῦτα μὲν οὖν λέγεται μάτην ὑπʼ αὐτῶν. ἐκεῖνος δὲ οὐ μόνον τῆς Ἑλλάδος ἦν βασιλεύς, ἀλλʼ ἀπʼ ἀνίσχοντος ἡλίου μέχρι δυομένου πάσης ἦρχε γῆς καὶ τῶν ἀνθρώπων ἁπάντων, παρʼ οἷς ἱερά ἐστιν Ἡρακλέους. ἦν δὲ καὶ πεπαιδευμένος ἁπλῶς, πολυτρόπως οὐδὲ περιττῶς σοφίσμασι καὶ πανουργήμασιν ἀνθρώπων κακοδαιμόνων. λέγουσι δὲ καὶ ταῦτα περὶ Ἡρακλέους, ὡς γυμνὸς ᾔει μόνον ἔχων λεοντῆν καὶ ῥόπαλον.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
