# Orationes 6-5

Dio Chrysostomus, Orationes, (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/6-5

προλέγω δὲ ὑμῖν ὅτι τοὺς λόγους τούτους ἀνάγκη καὶ παρʼ ἑτέροις ῥηθῆναι καὶ πολλοὺς πυθέσθαι· τούτων δὲ οἱ μέν τινες οὐ συνήσουσιν, οἱ δὲ προσποιήσονται καταφρονεῖν, οὐ καταφρονοῦντες αὐτῶν, οἱ δέ τινες ἐπιχειρήσουσιν ἐξελέγχειν, ἐγὼ δὲ ἐπίσταμαι σαφῶς ὅτι οὐδὲ ὑμῖν πρὸς ἡδονὴν ἔσονται. οἱ γὰρ πλεῖστοι τῶν ἀνθρώπων οὕτως ἄγαν εἰσὶν ὑπὸ δόξης διεφθαρμένοι τὰς ψυχὰς ὥστε μᾶλλον ἐπιθυμοῦσι περιβόητοι εἶναι ἐπὶ τοῖς μεγίστοις ἀτυχήμασιν ἢ μηδὲν κακὸν ἔχοντες ἀγνοεῖσθαι.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
