# Orationes 61-2-62

Dio Chrysostomus, Orationes, 61 to 62. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/61-2

οὕτω γὰρ εὔλογον ἦν τήν τε Αἴθραν ἀφικέσθαι μετʼ αὐτῆς καὶ τὰ χρήματα κομισθῆναι. οὐδὲν γὰρ τούτων ἁρπαγῆς, ἀλλὰ πολὺ μᾶλλον γάμου σημεῖόν ἐστιν. ἐπεὶ δέ, ὡς ἔφην, γαμήσας ὁ Ἀλέξανδρος ἀπηλλάγη μετʼ αὐτῆς, ὅ τε Μενέλαος ἠνιᾶτο τῆς μνηστείας ἀποτυχὼν καὶ τὸν ἀδελφὸν ᾐτιᾶτο, καὶ ἔφη προδοθῆναι ὑπʼ αὐτοῦ, ὅ τε Ἀγαμέμνων ἐκείνου μὲν ἧττον ἐφρόντιζε, τὸν Ἀλέξανδρον δὲ ἐφοβεῖτο καὶ ὑπώπτευε μήποτε ἀντιποιήσηται τῶν ἐν τῇ Ἑλλάδι πραγμάτων, προσηκόντων αὐτῷ διὰ τὸν γάμον. οὕτω δὴ καὶ τοὺς ἄλλους συγκαλεῖ τοὺς μνηστῆρας τῆς Ἑλένης, καὶ ἔφη ὑβρισθῆναι αὐτοὺς ἅπαντας, καὶ τὴν Ἑλλάδα καταφρονηθῆναι, καὶ τὴν ἀρίστην γυναῖκα οἴχεσθαι εἰς τοὺς βαρβάρους ἐκδοθεῖσαν, ὡς οὐδενὸς ὄντος ἀξίου παρʼ αὐτοῖς.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
