# Orationes 62-6

Dio Chrysostomus, Orationes, (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/62-6

τίς γὰρ αὐτῶν ᾠδὴν τέλειον ἢ γενναῖον ῥυθμὸν οἷός τε εἰπεῖν; — ἀλλὰ ᾅσματα γυναικῶν καὶ κρούματα ὀρχηστῶν καὶ παροινίας τερετισμάτων ὥσπερ κακοὶ καὶ περίεργοι μάγειροι συντρίψαντες ἰδιώτας καὶ λίχνους ἀκροατὰς κινοῦσιν. τοιγαροῦν οὐκ ἀπὸ κύκνων οὐδὲ ἀηδόνων ὁ ζῆλος αὐτῶν ὠνόμασται παρʼ ὑμῖν αὐτοῖς, ἀλλʼ, ὡς ʽ??ʼοικε, κνυζηθμοῖς καὶ ὑλαγμοῖς εἰκάζετε. καίτοι φιλοσόφους μὲν ᾔδειν οὕτως καλουμένους, κιθαρῳδοὶ δὲ Κυνικοὶ παρὰ μόνοις ὑμῖν γεγόνασιν. ὁ μὲν οὖν Ἀμφίων πρὸς τὸ μέλος, ὥς φασιν, ἤγειρε καὶ ἐπύργου τὴν πόλιν· οὗτοι δὲ ἀνατρέπουσι καὶ καταλύουσιν. καὶ μὴν ὅ γε Ὀρφεὺς τὰ θηρία ἡμέρου καὶ μουσικὰ ἐποίει διὰ τῆς ᾠδῆς· οὗτοι δὲ ὑμᾶς, ἀνθρώπους ὄντας, ἀγρίους πεποιήκασι καὶ ἀπαιδεύτους.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
