# Orationes 63-5

Dio Chrysostomus, Orationes, (14)ΡΟΔΙΑΚΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/63-5

εἰ τοίνυν, ὅτι παρʼ ὑμῶν εἰλήφασι, διὰ τοῦτο ἔλαττον ἀδικεῖν οἴεσθε, ἢ εἴ τι τῶν ἄλλως ὑπαρχόντων τινὸς ἀφῃρεῖσθε, τῶν ἄγαν τι φανερῶν ἀγνοεῖτε· πρῶτον μὲν ὅτι πάντες οἵ τινα ἀποστεροῦντες ὁτιοῦν κἀκεῖνον ἀδικοῦσιν οὐχ ἧττον, παρʼ οὗ ποτʼ ἂν τοῦτο εἰληφὼς τύχῃ· οἷον οἱ τῶν δημοσίων τι καταλύοντνς οἰκοδομημάτων, ὅ τις τῶν καθʼ ἕνα ἐποίησε χαριζόμενος ὑμῖν, μᾶλλον ἂν δόξειαν τὸν ποιήσαντα ἀδικεῖν ἢ τὴν πόλιν. οὐκοῦν ὁ αὐτὸς λόγος κἂν ἡ πόλις ᾖ τι τῶν ἰδιωτῶν τινι δεδωκυῖα πρὸς τὸν ἀφαιρούμενον τοῦτο. τοιγαροῦν ὑμεῖς πρὸς ἐκείνοις, ὧν τὰς εἰκόνας ἀνεστήσατε, καὶ τὴν πόλιν οἶμαι τὴν δεδωκυῖαν ἀδικεῖτε, τοῦτʼ ἔστιν ἑαυτούς.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
