# Orationes 65-3

Dio Chrysostomus, Orationes, (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/65-3

ταῦτα δὲ ἀκούσαντες οἱ Τρῶες ἠγανάκτουν καὶ ὁ Πρίαμος καὶ πάντων μάλιστα ὁ Ἕκτωρ,ὅτι νόμῳ τοῦ Ἀλεξάνδρου λαβόντος παρὰ τοῦ πατρός, καὶ τῆς Ἑλένης βουλομένης ἐκείνῳ συνοικεῖν, οἱ δὲ οὕτως ἀναίσχυντον ἐτόλμων λέγειν λόγον· καὶ ἔφασαν γιγνώσκειν ὅτι ζητοῖεν πολέμου πρόφασιν· αὐτοὶ δὲ μὴ ἄρχειν πολέμου, κρείττους ὄντες, ἀμύνεσθαι δὲ ἐπιχειροῦντας. καὶ διὰ ταῦτα ὑπέμενον οἱ Τρῶεσπολὺν χρόνον πολεμούμενοι καὶ πολλὰ πάσχοντες, οὐχ ὅσα Ὅμηρός φησιν, ὅμως δὲ καὶ τῆς γῆς αὐτῶν φθειρομένης καὶ πολλῶν ἀποθνῃσκόντων ἀνθρώπων, ὅτι ἠπίσταντο ἀδικοῦντας τοὺς Ἀχαιοὺς καὶ τὸν Ἀλέξανδρον οὐθὲν ἄτοπον πράξαντα.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
