# Orationes 67

Dio Chrysostomus, Orationes, (1)περὶ ΒΑΣΙΛΕΙΑΣ α.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/67

ἐκαλεῖτο δὲ αὐτῶν ἡ μὲν βασίλειος ἄκρα, ἱερὰ Διὸς βασιλέως, ἡ δὲ ἑτέρα τυραννική,Τυφῶνος ἐπώνυμος. δύο δὲ εἶχον ἔξωθεν ἐφόδους εἰς αὑτάς, ἡ μὲν βασίλειος ἀσφαλῆ καὶ πλατεῖαν, ὡς ἀκινδύνως τε καὶ ἀπταίστως διʼ αὐτῆς εἰσιέναι ἐφʼ ἅρματος ἐλαύνοντα, εἴ τῳ δεδομένον εἴη παρὰ τοῦ μεγίστου θεῶν· ἡ δὲ ἑτέρα στενήν τε καὶ σκολιὰν καὶ βίαιον, ὡς τοὺς πλείστους πειρωμένους αὐτῆς οἴχεσθαι κατὰ τῶν κρημνῶν καὶ τοῦ ῥεύματος, ἅτε οἶμαι παρὰ δίκην ἰόντας.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
