# Orationes 68-6

Dio Chrysostomus, Orationes, (14)ΡΟΔΙΑΚΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/68-6

ὧν γὰρ οἶμαι τὴν ἐκείνων πόλιν ἑωρᾶτε μὴ δεηθεῖσαν δι’ ἀρετὴν ἅμα καὶ εὐτυχίαν, τούτου τὴν ὑμετέραν ἀπεφήνατε μὴ δεομένην διὰ μόνην τὴν ἀρετὴν. οὐ τοίνυν φήσετε ἔλαττον, ὦ ἄνδρες Ῥόδιοι, τὴν χάριν ὀφείλεσθαι τοῖς εὖ πεποιηκόσιν ἢ τοῖς συμβαλοῦσι τὸ χρέος. εἶτα τὸ μὲν μὴ ἑκόντας ἐκτίνειν τὰ ὀφειλόμενα δεινὸν ὑμῖν ἔδοξε, τὸ δὲ ἀποδόντας ἀφαιρεῖσθαι μέτριον. οὐ γὰρ δὴ τὸ μετὰ πάντων ἀσχημονεῖν τοῦ μόνους αἴσχιον ὑπειλήφατε. καίτοι τοσαύτης μεταβολῆς καθʼ ὃν εἴρηκα καιρὸν γενομένης καὶ περὶ πάντα συγχύσεως, τά γε δοθέντα ὑπῆρχε βεβαίως ἔχειν τοῖς προειληφόσι, καὶ οὐδεὶς ἐτόλμησεν εἰσπράττειν τοὺς ἤδη τι κεκομισμένους. ὑμεῖς δὲ νῦν οὐδὲ ἃ ἔφθητε διαλῦσαι τοῖς εὐεργέταις ἐᾶτε, ἀλλʼ οἱ μηδὲ τῶν αὐτῶν μηδὲν ὑπομείναντες τότε τοῖς ἄλλοις, καὶ ταῦτα ἐπταικότες, νῦν εὐτυχοῦντες πράττετε ὃ μηδὲ ἐκείνων τότε μηδὲ εἷς.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
