# Orationes 69-6

Dio Chrysostomus, Orationes, (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/69-6

κινδυνεύει δʼ ὁ βίος σχεδὸν ἅπας γεγονέναι κῶμος εἷς, οὐχ ἡδὺς οὐδὲ πρᾷος, ἀλλʼ ἄγριος καὶ χαλεπός, ἅμα ὀρχουμένων, τερετιζόντων, μιαιφονούντων. οἱ δʼ οὖν Λακεδαιμόνιοι πλεῖστον ὅσον ὑμῶν διέφερον, περὶ ταῦτα, ὡς ἔφην, εὐλαβῶς ἔχοντες. οἱ μὲν γὰρ ἄρχειν ἦσαν ἱκανοί, καὶ τῶν μὲν Ἑλλήνων προέστησαν πολλὰ ἔτη, τοὺς δὲ βαρβάρους ἐνίκων ἀεὶ πάντας· ὑμεῖς δὲ οὐδὲ ἄρχεσθαι καλῶς ἐπίστασθε. τοιγαροῦν εἰ μὴ τῶν προεστηκότων ἐτύχετε, χαλεπῶς ἂν οἶμαι καὶ ἐσῴζεσθε. τεκμήριον δὲ τὰ τελευταῖα συμβάντα περὶ ὑμᾶς, ὅτε καθʼ αὑτοὺς ἦτε.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
