# Orationes 73-2

Dio Chrysostomus, Orationes, (2)περὶ ΒΑΣΙΛΕΙΑΣ β.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/73-2

καὶ γὰρ δὴ ὥσπερ οἱ σώφρονες νομεῖς, ἐπειδὰν χαλεπὸς καὶ ἄγριος ταῦρος γενόμενος ἄρχῃ ἀσελγῶς παρὰ φύσιν, τῆς μὲν αὑτοῦ καταφρονῶν ἀγέλης καὶ λυμαινόμενος, τοὺς δὲ ἔξωθεν ἐπιβουλεύοντας ὑποχωρῶν καὶ προβαλλόμενος τὸ ἀδύνατον πλῆθος, μηδενὸς δὲ χαλεποῦ παρόντος ὑβρίζων καὶ θρασυνόμενος, τοῦτομὲν ὀξὺ καὶ ἀπειλητικὸν μυκώμενος, τοῦτο δὲ ὀρθοῖς τοῖς κέρασι παίων τὸν οὐκ ἀνθιστάμενον, ἐπιδεικνύμενος τὴν ἰσχὺν ἐν τοῖς ἥττοσι καὶ τοῖς οὐ μαχομένοις, τὸ δὲ τῶν βοῶν πλῆθος οὐκ ἐῶν νέμεσθαι καθʼ ἡσυχίαν διʼ ἔκπληξιν καὶ φόβον· τότε τοῦτον οἱ δεσπόται καὶ βουκόλοι μετέστησαν καὶ ἠφάνισαν, ὡς οὐκ ἐπιτήδειον οὐδὲ συμφέροντα ἡγεῖσθαι τῆς ἀγέλης·

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
