# Orationes 74-6

Dio Chrysostomus, Orationes, (14)ΡΟΔΙΑΚΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/74-6

καθόλου δὲ πάντων ὧν μέλλουσιν ἐρεῖν λόγων οὐδενὸς ἔχοντος ἐπιεικὲς οὐδέν, ὁ τοιοῦτός ἐστιν ἀτοπώτατος, ὡς ἄρα οὐδενὸς ἅπτονται τῶν γνωρίμων ἀνδριάντων οὐδὲ οὓς ἐπίσταταί τις ὧν εἰσιν, ἀλλὰ ἀσήμοις τισὶ καὶ σφόδρα παλαιοῖς καταχρῶνται. καθάπερ εἴ τις λέγοι μηδένα τῶν ἐπιφανῶν ἀδικεῖν πολιτῶν, ἀλλὰ τοὺς δημοτικοὺς καὶ οὓς μηδεὶς οἶδεν. καίτοι μὰ τὸν Δία οὐχ ὅμοιον. ἐν μὲν γὰρ τοῖς ζῶσι καὶ διʼ εὐγένειαν καὶ διʼ ἀρετὴν ἄλλος ἄλλου φανερώτερός ἐστι, καὶ διὰ πλοῦτον τοῦτο συμβαίνει καὶ διʼ ἑτέρας προφάσεις ἀξιολόγους· ἐπὶ δὲ τῶν εἰκόνων μὴ τοὐναντίον λέγοι τις ἂν ὥς εἰσιν αὗται βελτιόνων ἀνδρῶν. οὐ γὰρ δι’ ἀγένειαν ἢ κακίαν τινὰ οὐκ ἐπιστάμεθα αὐτούς, οἵ γε τῶν αὐτῶν τοῖς λαμπροτάτοις τετεύχασιν, ἀλλὰ διὰ μῆκος χρόνου τοῦτο γέγονεν.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
