# Orationes 75-3-77

Dio Chrysostomus, Orationes, 75 to 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/75-3

εὖ δὲ ἴσθι, ἔφη, ὅτι οὐ πρότερον ἔσῃ βασιλεύς, πρὶν ἂν ἱλάσῃ τὸν αὑτοῦ δαίμονα καὶ θεραπεύσας ὡς δεῖ ἀποδείξῃς ἀρχικόν τε καὶ ἐλευθέριον καὶ βασιλικόν, ἀλλὰ μή, ὡς νῦν ἔχεις, δοῦλον καὶ ἀνελεύθερον καὶ πονηρόν. ἐνταῦθα δὴ ὁ Ἀλέξανδρος ἐκπεπληγμένος τοῦ ἀνθρώπουτὸ ἀνδρεῖον καὶ τὸ ἀδεές, νομίσας πλέον τι τῶν ἄλλων ἐπίστασθαι αἰ τόν, παντοδαπὸς ἦν ἱκετεύων μὴ φθονῆσαι μηδένα τρόπον, ἀλλὰ φράσαι τίς ἔστιν ὁ δαίμων αὐτοῦ καὶ πῶς χρὴ ἱλάσασθαι αὐτόν. ἤλπιζε γὰρ ὄνομά τι ἀκούσεσθαι δαίμονος καὶ θυσίας τινὰς ἢ καθαρμούς, οὓς δεῖ ἐπιτελέσαι. κατιδὼν οὖν αὐτὸν ὁ Διογένηστεθορυβημένον καὶ σφόδρα τῇ ψυχῇ μετέωρον, προσέπαιζε καὶ περιεῖλκεν, εἴ πως δύναιτο κινηθεὶς ἀπὸ τοῦ τύφου καὶ τῆς δόξης μικρόν τι ἀνανῆψαι.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
