# Orationes 75-7

Dio Chrysostomus, Orationes, (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/75-7

αὐτὸν γὰρ οἶμαι τὸν Ἰξίονα λῆρον ἀποφαίνετε τὸν ἐν τῷ τροχῷ παρὰ τοῖς ποιηταῖς ἐνδεδεμένον φέρε οὖν, εἰ μεταξὺ θεῶν τις ὑμῖν ἐπιστὰς εἴποι διατεινάμενος, δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ βρωτὺν οὐδὲ ποτῆτα. τί σφόδρα οὕτω κυκᾶσθε; τίς ἡ σπουδή; τίς ὁ ἀγών; οὐ γὰρ Πέλοψ ἐστὶν ὁ διώκων, οὐδʼ Οἰνόμαος οὐδὲ Μυρτίλος, ὁ μὲν δεύτερος ἀπὸ Διὸς γεγονώς, ὁ δὲ Ἑρμοῦ παῖς, οὐδὲ περὶ βασιλείας οὐδὲ γυναικὸς οὐδὲ θανάτου πρόκειται κρίσις, ἀλλʼ ἔστιν ὁ ἀγὼν ἀνδραπόδων ὑπὲρ τοῦ τυχόντος ἀργυρίου, νῦν μὲν ἡττωμένων, νῦν δὲ νικώντων, ἀεὶ τῶν αὐτῶν· εἰ λέγοι ταῦτα, τί ἐρεῖτε;

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
