# Orationes 75

Dio Chrysostomus, Orationes, (2)περὶ ΒΑΣΙΛΕΙΑΣ β.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/75

ὁμοίως δὲ καὶ οἱ θεοὶ καὶ ὁ δὴ μέγας βασιλεὺς βασιλέων, ὅτε κηδεμὼν καὶ πατὴρ κοινὸς ἀνθρώπων καὶ θεῶν, ὃς ἂν ἀνθρώπων γένηται βίαιος καὶ ἄδικος καὶ παράνομος ἄρχων, τὴν ἰσχὺν οὐ τοῖς πολεμίοις ἐνδεικνύμενος, ἀλλὰ τοῖς ὑπηκόοις καὶ τοῖς φίλοις, ἄπληστος μὲν ἡδονῶν, ἄπληστος δὲ χρημάτων, ὑπονοῆσαι ταχύς, ἀμείλικτος ὀργισθείς, ὀξὺς πρὸς διαβολάς, ἀπειθὴς λόγοις, πανοῦργος, ἐπίβουλος, ταπεινός, αὐθάδης, τοὺς κακοὺς αὔξων, τοῖς κρείττοσι φθονῶν, παιδείας ἀσύνετος, φίλον οὐδένα νομίζων οὐδʼ ἔχων, ὡς ἔλαττον αὑτοῦ κτῆμα, ἐκεῖνον ἐκποδὼν ἐποιήσατο καὶ μετέστησεν,

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
