# Orationes 78-6

Dio Chrysostomus, Orationes, (11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/78-6

ταῦτα μὲν οὖν ὡς οἷόν τε ἦν ἐμιμησάμην, ἅτε οὐκ ἔχων ὀνομάσαι. συνεχῶς δὲ ἀστράπτοντα ἐπὶ πολέμῳ καὶ φθορᾷ πλήθους ἢ ὄμβρων ὑπερβολὴν ἢ χαλάζης ἢ χιόνος, ἢ τανύοντα κυανῆν ἶριν, τοῦ πολέμου ξύμβολον, ἢ ἀστέρα πέμποντα ξυνεχεῖς σπινθῆρας ἀποβάλλοντα, δεινὸν τέρας ναύταις , ἢ ἐπιπέμποντα ἔριν ἀργαλέαν Ἕλλησι καὶ βαρβάροις, ὥστε ἔρωτα ἐμβάλλειν πολέμου καὶ μάχης ἄπαυστον κάμνουσιν ἀνθρώποις καὶ ἀπειρηκόσιν· οὐδέ γε ἱστάντα ἐπὶπλάστιγγος ἀνθρώπων ἡμιθέων κῆρας ἢ στρατοπέδων ὅλων, αὐτομάτῳ ῥοπῇ κρινομένας· οὐκ ἦν διὰ τῆς τέχνης μιμεῖσθαι· οὐ μὴν οὐδὲ παρὸν ἠθέλησά γʼ ἄν ποτε.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
