# Orationes 78-79

Dio Chrysostomus, Orationes, 78 to 79. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/78

ἐπεὶ δὲ εἰσῆλθον, καταλαμβάνουσι τὴν Τυραννίδα καθημένηνὑψηλὴν ἐξεπίτηδες, προσποιουμένην καὶ ἀφομοιοῦσαν αὑτὴν τῇ Βασιλείᾳ, πολὺ δέ, ὡς ἐνόμιζεν, ὑψηλοτέρῳ καὶ κρείττονι τῷ θρόνῳ, μυρίας ἄλλας τινὰς ἔχοντι γλυφάς, καὶ διαθέσει χρυσοῦ καὶ ἐλέφαντος καὶ ἠλέκτρου καὶ ἐβένου καὶ παντοδαπῶν χρωμάτων πεποικιλμένῳ. τὴν δὲ βάσιν οὐκ ἦν ἀσφαλὴς ὁ θρόνος οὐδὲ ἡδρασμένος, ἀλλὰ κινούμενός τε καὶ ὀκλάζων. ἦν δὲ οὐδʼ ἄλλο οὐδὲν ἐν κόσμῳ διακείμενον, ἀλλὰ πρὸς δόξαν ἅπαντα καὶ ἀλαζονείαν καὶ τρυφήν, πολλὰ μὲν σκῆπτρα, πολλαὶ δὲ τιᾶραι καὶ διαδήματα ἐπὶ τῆς κεφαλῆς. καὶ δὴ μιμουμένη τὸ ἐκείνης ἦθος ἀντὶ μὲν τοῦ προσφιλοῦς μειδιάματος ταπεινὸν ἐσεσήρει καὶ ὕπουλον, ἀντὶ δὲ τοῦ σεμνοῦ βλέμματος σκυθρωπὸν ὑφεωρᾶτο καὶ ἄγριον.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
