# Orationes 79-5

Dio Chrysostomus, Orationes, (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/79-5

σκοπεῖτε δὲ μὴ καὶ ὑμεῖς ὑπὸ τῆς τοιαύτης ἐπιθυμίας ἀπόλησθε.ποῖος γὰρ Ὅμηρος ἢ τίς ἀνθρώπων δύναται τὰ συμβαίνοντα εἰπεῖν; οὐ γὰρ οὕτως ἐκεῖνός φησι τὰ ἅρματα ταπεινὰ γίγνεσθαι μεταξὺ καὶ σφόδρα ὑψηλὰ κατὰ τὸν δρόμον, ὡς τὰς ὑμετέρας ψυχὰς ἰδεῖν ἔστι πασχούσας. φησὶ δʼ οὕτως, ἵνʼ ὑμῖν καὶ χαρίσωμαί τι μικρόν· ἅρματα δʼ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ, ἄλλοτε δʼ ἀΐξασκε μετήορα, τοὶ δʼ ἐλατῆρες ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου νίκης ἱεμένων, κέκλοντο δὲ οἷσιν ἕκαστος ἵπποις.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
