# Orationes 81-3-85

Dio Chrysostomus, Orationes, 81 to 85. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/81-3

τὸν δὲ μάντιν τούτων Ἀγαμέμνων ἐν τοῖς ἄνω ἔπεσί φησι μηδὲν πώποτε ἀληθὲς μαντεύεσθαι. μέχρι μὲν οὖν τούτων ἐφεξῆς οὐ πάνυ φαίνεται τῶν ἀνθρώπων καταφρονῶν Ὅμηρος, ἀλλὰ τρόπον τινὰ ἔχεσθαι τἀληθοῦς, εἰ μή γε τὰ περὶ τὴν ἁρπαγὴν μετὰ δὲ ταῦτα ἤδη τἀληθῆ λέγει, τὴν τῶν Ἀχαιῶν ἧτταν καὶ τροπὴν καὶ τὰς τοῦ Ἕκτορος ἀριστείας καὶ τὸ πλῆθος τῶν ἀπολλυμένων, ὥσπερ ὑπέσχετο ἐρεῖν, τρόπον τινὰ ἄκων καὶ ἀναφέρων εἰς τιμὴν τοῦ Ἀχιλλέως. ὅμως δὲ οὐχ οἷός τέ ἐστιν ἀποκρύψαι τὰ τοῦ Ἕκτορος ἔργα νικῶντος καὶ διώκοντος μέχρι τῶν νεῶν, ὁτὲ μὲν Ἄρει παραβάλλωναὐτόν, ὁτὲ δὲ φλογὶ λέγων τὴν ἀλκὴν ὅμοιον εἶναι, καὶ πάντων αὐτὸν ἐκπεπληγμένων τῶν ἀρίστων, μηδενὸς δὲ ἁπλῶς ὑπομένοντος αὐτόν, τοῦ τε Ἀπόλλωνος αὐτῷ παρισταμένου καὶ τοῦ Διὸς ἄνωθεν ἐπισημαίνοντος ἀνέμῳ καὶ βροντῇ — ταῦτα γὰρ οὐ βουλόμενος εἰπεῖν οὕτως ἐναργῶς, ὅμως ἐπεὶ ἀληθῆ ἦν, ἀρξάμενος αὐτῶν οὐ δύναται ἀποστῆναι — τήν τε νύκτα ἐκείνην τὴν χαλεπὴν καὶ τὴν ἐν τῷ στρατοπέδῳ κατήφειαν καὶ τὴν τοῦ Ἀγαμέμνονος ἔκπληξιν καὶ τὰς οἰμωγάς, ἔτι δὲ τὴν νυκτερινὴν ἐκκλησίαν βουλευομένων ὅπως φύγοιεν, καὶ τὰς δεήσεις τὰς τοῦ Ἀχιλλέως, εἴ τι δύναιτο ἐκεῖνος ἄρα ὠφελῆσαι.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
