# Orationes 84-4-89

Dio Chrysostomus, Orationes, 84 to 89. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/84-4

καὶ τούτους μὲν ἔστω διὰ τὴν ἄλλην πονηρίαν εἶναι τοιούτους· ἀλλʼ οὐδὲ τὴν Πηνελόπην, καίτοι χρηστὴν οὖσαν καὶ σφόδρα ἡδέως διαλεγομένην πρὸς αὐτὸν καὶ περὶ τοῦ ἀνδρὸς πεπυσμένην, οὐδὲ ταύτην φησὶν ἱμάτιον αὐτῷ δοῦναι γυμνῷ παρακαθημένῳ, ἀλλʼ ἢ μόνον ἐπαγγέλλεσθαι, ἂν ἄρα φανῇ ἀληθεύων περὶ τοῦ Ὀδυσσέως, ὅτι ἐκείνου τοῦ μηνὸς ἥξοι, καὶ ὕστερον, ἐπειδὴ τὸ τόξον ᾔτει, τῶν μνηστήρων, οὐ δυναμένων ἐντεῖναι, χαλεπαινόντων ἐκείνῳ, ὅτι ἠξίου πρὸς αὐτοὺς ἁμιλλᾶσθαι περὶ ἀρετῆς, ἀξιοῖ δοθῆναι αὐτῷ· οὐ γὰρ δὴ περὶ τοῦ γάμου γε εἶναι κἀκείνῳ τὸν λόγον, ἀλλʼ ἐὰν τύχῃ ἐπιτείνας καὶ διαβαλὼν διὰ τῶν πελέκεων, ἐπαγγέλλεται αὐτῷ δώσειν χιτῶνα καὶ ἱμάτιον καὶ ὑποδήματα· ὡς δέον αὐτὸν τὸ Εὐρύτου τόξον ἐντεῖναι καὶ τοσούτοις νεανίσκοις ἐχθρὸν γενέσθαι, τυχὸν δὲ καὶ ἀπολέσθαι παραχρῆμα ὑπʼ αὐτῶν, εἰ μέλλει τυγχάνειν ἐξωμίδος καὶ ὑποδημάτων, ἢ τὸν Ὀδυσσέα, εἴκοσιν ἐτῶν οὐδαμοῦ πεφηνότα, ἥκοντα ἀποδεῖξαι, καὶ ταῦτα ἐν ἡμέραις ῥηταῖς· εἰ δὲ μή, ἐν τοῖς αὐτοῖς ἀπιέναι ῥάκεσι παρὰ τῆς σώφρονος καὶ ἀγαθῆς Ἰκαρίου θυγατρὸς βασιλίδος. σχεδὸν δὲ καὶ ὁ Τηλέμαχος τοιαῦτα ἕτερα πρὸς τὸν συβώτην λέγει περὶ αὐτοῦ, κελεύων αὐτὸν εἰς τὴν πόλιν πέμπειν τὴν ταχίστην πτωχεύσοντα ἐκεῖ, καὶ μὴ πλείους ἡμέρας τρέφειν ἐν τῷ σταθμῷ· καὶ γὰρ εἰ ξυνέκειτο αὐτοῖς ταῦτα, ἀλλʼ ὅ γε συβώτης οὐ θαυμάζει τὸ πρᾶγμα καὶ τὴν ἀπανθρωπίαν, ὡς ἔθους δὴ ὄντος οὕτως ἀκριβῶς καὶ ἀνελευθέρως πράττειν τὰ περὶ τοὺς ξένους τοὺς πένητας, μόνους δὲ τοὺς πλουσίους ὑποδέχεσθαιφιλοφρόνως ξενίοις καὶ δώροις, παρʼ ὧν δῆλον ὅτι καὶ αὐτοὶ προσεδόκων τῶν ἴσων ἂν τυχεῖν, ὁποῖα σχεδὸν καὶ τὰ τῶν νῦν ἐστι φιλανθρωπίας τε πέρι καὶ προαιρέσεως. αἱ γὰρ δὴ δοκοῦσαι φιλοφρονήσεις καὶ χάριτες, ἐὰν σκοπῇ τις ὀρθῶς, οὐδὲν διαφέρουσιν ἐράνων καὶ δανείων, ἐπὶ τόκῳ συχνῷ καὶ ταῦτα ὡστὸ πολὺ γιγνόμενα, εἰ μὴ νὴ Δίʼ ὑπερβάλλει τὰ νῦν τὰ πρότερον, ὥσπερ ἐν τῇ ἄλλῃ ξυμπάσῃ κακίᾳ.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
