# Orationes 9-12

Dio Chrysostomus, Orationes, (17)ΤΑΡΣΙΚΟΣ ΔΕΥΤΕΡΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/9-12

καὶ μὴν τά γε ἐφεξῆς οὐχ ὡς οἴεταί τις ὤνησε τὴν πόλιν τὸ γενέσθαι τινὰς τῶν ἡγεμόνων βιαίους καὶ τούτοις ἐπεξελθεῖν ὑμᾶς. πρὸς μέν γε τὸ φανῆναί τινας ὄντας καὶ μὴ μόνον ἑαυτοῖς, ἀλλὰ καὶ τοῖς ἄλλοις βοηθῆσαι, καὶ νὴ Δία ὥστε τοὺς αὖθις ὀκνηρότερον ἐξαμαρτάνειν, συνήνεγκε τὸ δίκην ἐκείνους ὑποσχεῖν·ἄλλως δὲ τὴν πόλιν ἐπίφθονον ἐποίησε καὶ δυσχερεστέρους ὑμᾶς δοκεῖν φύσει καὶ ῥᾳδίως αἰτιᾶσθαι. τὸ γὰρ πολλάκις ἐγκαλεῖν ἤδη ποτὲ ἔδοξε τοῦ συκοφαντεῖν σημεῖον, ἄλλως τε ὁπόταν περὶ ἡγεμόνων ὁ λόγος ᾖ πρὸς ἡγεμόνας. οὐ γὰρ τῷ πλέον τι πάσχειν, ἀλλὰ τῷ μὴ ἐθέλειν ἄρχεσθαι τὴν ἀπέχθειαν ὑπονοοῦσι γίγνεσθαι.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
