# Orationes 9-9

Dio Chrysostomus, Orationes, (14)ΡΟΔΙΑΚΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/9-9

ὅταν γὰρ ψηφίσησθε ἀνδριάντα τινί· ῥᾳδίως δὲ ὑμῖν ἔπεισι τοῦτο νῦν ὡς ἂν ἄφθονον ὑπάρχον· ἐκεῖνο μὲν οὐκ ἂν αἰτιασαίμην, τὸ χρόνον τινὰ καὶ διατριβὴν προσεῖναι· τοὐναντίον γὰρ εὐθὺς ἕστηκεν ὃν ἂν εἴπητε, μᾶλλον δὲ καὶ πρότερον ἢ ψηφίσασθαι· συμβαίνει δὲ πρᾶγμα ἀτοπώτατον· ὁ γὰρ στρατηγὸς ὃν ἂν αὐτῷ φανῇ τῶν ἀνακειμένων τούτων ἀνδριάντων ἀποδείκνυσιν· εἶτα τῆς μὲν πρότερον οὔσης ἐπιγραφῆς ἀναιρεθείσης, ἑτέρου δʼ ὀνόματος ἐγχαραχθέντος, πέρας ἔχει τὸ τῆς τιμῆς, καὶ λοιπὸν τέτευχε τῆς εἰκόνος ὁ δόξας ὑμῖν ἄξιος, πάνυ ῥᾳδίως οἶμαι καὶ λυσιτελῶς οὑτωσὶ σκοπουμένοις ὥστε θαυμαστὴν εἶναι τὴν εὐπορίαν καὶ τὸ πρᾶγμα εὐχῆς ἄξιον, εἰ μόνοις ὑμῖν ἔστιν ὃν ἂν βούλήσθε ἱστάναι χαλκοῦν δίχα ἀναλώματος καὶ μηδεμίαν δραχμὴν μήτε ὑμῶν καταβαλόντων μήτε τῶν τιμωμένων.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
