# Orationes 90-3

Dio Chrysostomus, Orationes, (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/90-3

καὶ γὰρ ἀνθρώπους ἑαλωκέναι φαμὲν οὐχ ὑπὸ λῃστῶν μόνον, ἀλλὰ καὶ ἑταίρας καὶ γαστρὸς καὶ ἄλλης τινὸς φαύλης ἐπιθυμίας. αἰχμάλωτος οὖν γενέσθαι καλῶς ἂν λέγοιτο καὶ ἀνὴρ καὶ πόλις, ἥτις ἂν τῶν κρειττόνων ἐπιτηδευμάτων ἀφεμένη καὶ μήτε ὁρῶσα μηδὲν μήτε ἀκούουσα τῶν φερόντων εἰς σωτηρίαν, ἀλλʼ αἱρεθεῖσα ὑπὸ μέθης ἢ ᾠδῆς γυναικῶν ἢ ἁρμάτων ἄγηται καὶ φέρηται καὶ πᾶσα διʼ ὅλης θορυβῆται περὶ τοῦτο καὶ ἐκφρονῇ· καὶ νὴ Δία ἑαλωκέναι λέγοιτʼ ἂν καὶ κατὰ κράτος ὃς οὕτως ἑάλωκε καὶ περιηγκωνίσθαι. οὐ γὰρ ἂν μὲν τὸ σῶμά τινος κρατῆται καὶ περιέχηται δεσμοῖς τισιν ἢ φρουροῖς, τὰ δυσχερῆ δεῖ ταῦτα νομίζειν αἰχμαλωσίαν καὶ δουλείαν καὶ ἀπαγωγήν, τῆς δὲ ψυχῆς ἠνδραποδισμένης καὶ ἀπολωλυίας εἰρωνεύεσθαι καὶ ὑποτιμᾶσθαι.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
