# Orationes 92-2

Dio Chrysostomus, Orationes, (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/92-2

ἐνταῦθα δὲ γενόμενος Ὅμηρος οὐδὲν ἔτι τἀληθοῦς ἐφρόντισεν, ἀλλʼ εἰς ἅπαν ἧκεν ἀναισχυντίας καὶ πάντα τὰ πράγματα ἁπλῶσἀνέτρεψε καὶ μετέστησεν εἰς τοὐναντίον, καταπεφρονηκὼς μὲν τῶν ἀνθρώπων, ὅτι καὶ τἄλλα ἑώρα πάνυ ῥᾳδίως πειθομένους αὐτοὺς καὶ περὶ τῶν θεῶν, οὐκ ὄντων δὲ ἑτέρων ποιητῶν οὐδὲ συγγραφέων, παρʼ οἷς ἐλέγετο τἀληθές, ἀλλʼ αὐτὸς πρῶτος ἐπιθέμενος ὑπὲρ τούτων γράφειν, γενεαῖς δὲ ὕστερον ξυνθεὶς πολλαῖς, τῶν εἰδότωναὐτὰ ἠφανισμένων καὶ τῶν ἐξ ἐκείνων , ἀμαυρᾶς δὲ καὶ ἀσθενοῦς ἔτι φήμης ἀπολειπομένης, ὡς εἰκὸς περὶ τῶν σφόδρα παλαιῶν, ἔτι δὲ πρὸς τοὺς πολλοὺς καὶ ἰδιώτας μέλλων διηγεῖσθαι τὰ ἔπη, καὶ ταῦτα βελτίω ποιῶν τὰ τῶν Ἑλλήνων, ὡς μηδὲ τοὺς γιγνώσκοντας ἐξελέγχειν. οὕτως δὴ ἐτόλμησε τἀναντία τοῖς γενομένοις ποιῆσαι·

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
