# Orationes 98-3-101

Dio Chrysostomus, Orationes, 98 to 101. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/98-3

λέγομεν δὲ ταῦτα μεμνημένοι τῶν ποιητῶν , οὐκ ἄλλως ἀντιπαρεξάγοντες ἐκείνοις οὐδὲ τῆς δόξης ζηλοτυποῦντες, ἣν ἀπὸ τῶν ποιημάτων ἐκτήσαντο ἐπὶ σοφίᾳ· οὐ τούτων ἕνεκα, φιλοτιμούμενοι ἐξελέγχειν αὐτούς, ἀλλὰ παρʼ ἐκείνοις μάλιστα εὑρήσειν ἡγούμενοι τὴν τῶν πολλῶν διάνοιαν, περί τε πλούτου καὶ τῶν ἄλλων, ἃ θαυμάζουσι, καὶ τί μέγιστον οἴονταί σφισι γενέσθαι ἂν ἀφʼ ἑκάστου τῶν τοιούτων. δῆλον γὰρ ὅτι μὴ συμφωνοῦντος αὐτοῖς τοῦ ποιήματος μηδὲ τὴν αὐτὴν γνώμην ἔχοντος οὐκ ἂν οὕτω σφόδρα ἐφίλουν οὐδὲ ἐπῄνουν ὡς σοφούς τε καὶ ἀγαθοὺς καὶ τἀληθῆ λέγοντας. ἐπεὶ οὖν οὐκ ἔστιν ἕκαστον ἀπολαμβάνοντα ἐλέγχειν τοῦ πλήθους, οὐδʼ ἀνερωτᾶν ἅπαντας ἐν μέρει, τί γὰρ σύ, ὦ ἄνθρωπε, δέδοικας τὴν πενίαν οὕτως πάνυ, τὸν δὲ πλοῦτον ὑπερτιμᾷς, τί δʼ αὖ σὺ ἐλπίζεις κερδανεῖν μέγιστον, ἂν τύχῃς πλουτήσας ἢ νὴ Δία ἔμπορος γενόμενος ἢ καὶ βασιλεύσας; (ἀμήχανον γὰρ δὴ τὸ τοιοῦτον καὶ οὐδαμῶς ἀνυστόν) οὕτως οὖν ἐπὶ τοὺς προφήτας αὐτῶν καὶ συνηγόρους,τοὺς ποιητάς, ἐξ ἀνάγκης ἴμεν, ὡς ἐκεῖ φανερὰς καὶ μέτροις κατακεκλειμένας εὑρήσοντες τὰς τῶν πολλῶν δόξας· καὶ δῆτα οὐ πάνυ μοι δοκοῦμεν ἀποτυγχάνειν.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
