# Fragmenta 5-8

Diodorus Periegeta, Fragmenta, 5 to 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diodorus-periegeta/fragmenta/5

Ἀριστογείτων δ ̓ ἐν τῷ Κατὰ Φρύνης τὸ κύριον αὐτῆς φησιν εἶναι ὄνομα Μνησαρέτην. Οὐκ ἀγνοῶ δὲ ὅτι τὸν ἐπιγραφόμενον κατ ̓ αὐτῆς Εὐθίου λόγον Διόδωρος ὁ περιηγητὴς Ἀναξιμένους φησὶν εἶναι. Εὐωνυμεῖς ... δῆμός ἐστι τῆς Ἐρεχθηίδος, ὥς φησι Διόδωρος. Θημακεύς ... δῆμός ἐστι φυλῆς τῆς Ἐρεχθηίδος Θήμακος, ὥς φησι Διόδωρος ὁ περιηγητὴς ἐν τῷ Περὶ τῶν δήμων. Λαμπτραὶ δῆμος τῆς Ἐρεχθηίδος, ὡς Δ. φησί. β’ δ ̓ εἰσὶ Λαμπτραί, αἱ μὲν παράλιαι, αἱ δὲ καθύπερθεν. Ἐρχείαθεν. Ἐρχεία δῆμός ἐστι τῆς Αἰγηίδος, ὥς φησι Διόδωρος. Ἰκαριεύς, δῆμός ἐστι τῆς Αἰγηίδος, ὥς φησι Διόδωρος. Οἴηθεν ... Δῆμος τῆς Πανδιονίδος ἡ Οἴη, ὡς Διόδωρος. Οἴηθεν δὲ ἐκ τόπου ἐπίρρημα.

---

DIODORUS PERIEGETA, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2265.tlg002.local002/.
