# Fragmenta 9-12

Diodorus Periegeta, Fragmenta, 9 to 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diodorus-periegeta/fragmenta/9

Κηττοί ... δῆμός ἐστι τῆς Λεοντίδος, ὡς Δ. Ὁ περιηγητής φησιν. Λευκόνοιον δῆμος τῆς Λεοντίδος, ὡς Διόδωρός φησιν. Οἶον ... δῆμοί εἰσιν ἐν τῇ Ἀττικῇ διττοὶ οὐδετέρως λεγόμενοι, καλοῦνται δὲ Οἶον. Κεκλῆσθαί φησιν οὕτω Φιλόχορος ἐν ιγ’ διὰ τὸ κ. τ. λ. (v. fr. 76). Ἔστι δὲ τὸ μὲν Κεραμεικὸν Οἶον τῆς Λεοντίδος φυλῆς, τὸ δὲ Δεκελεικὸν τῆς Ἱπποθοωντίδος, ὡς Διόδωρος. Οἱ δὲ δημόται ἑκατέρωθεν ἐλέγοντο ἐξ Οἴου. Ἄλλοι δὲ ἦσαν οἱ λεγόμενοι Οἴηθεν, ὡς προείρηται. Πήληξ ... Δῆμός ἐστι τῆς Λεοντίδος Πήληκες, ὥς φησι Διόδωρος ὁ περιηγητής. Ἕρμος, δῆμος ἐστὶ τῆς Ἀττικῆς, φυλῆς Ἀκαμαντίδος, ὥς φησι Διόδωρος ἐν τῷ Περὶ δήμων. Διονύσιος ὁ τοῦ Τρύφωνος ἐν τῷ Περὶ ὀνομάτων φησὶν ὡς ἔοικεν οὐδέτερον εἶναι τὸ τοῦ δήμου ὄνομα, τὸ Ἕρμος ὡς τὸ ἕρκος. Ζώπυρος δὲ ἐν τοῖς Περὶ ποταμῶν καὶ ποταμὸν Ἕρμον φησὶν εἶναι ἐν τῇ Ἀττικῇ καὶ δῆμον ὁμώνυμον αὐτῷ. Ἰτεαῖος ... Δῆμός ἐστι τῆς Ἀκαμαντίδος Ἰτέα, ἀφ ̓ ἧς ὁ δημότης Ἰτεαῖος, ὥς φησι Διόδωρος. Κεραμεῖς ... Δῆμός ἐστι φυλῆς τῆς Ἀκαμαντίδος Κεραμεῖς, ὥς φησι Δ. Θόρικος, ... δῆμός ἐστι τῆς Ἀκαμαντίδος, ὡς ὁ αὐτὸς Δ. Φησιν ἐν τῷ Περὶ τῶν δήμων. Κεφαλῆθεν ... Κεφαλὴ, δῆμος τῆς Ἀκαμαντίδος, ἀφ ̓ ἧς ὁ δημότης λέγεται Κεφαλῆθεν, καθά φησι Δ. Χόλαργος. Οὕτω Δίδυμος καὶ Διόδωρος. Διονύσιος δὲ Χόλαργοι καὶ πληθυντικῶς μαρτυρεῖ. Ἔστι δὲ δῆμος τῆς Ακαμαντίδος φυλῆς. Ὁ δημότης Χολαργεύς. Λουσιεύς ... Δῆμός ἐστι τῆς Οἰνηίδος Λουσία, ἀφ ̓ οὗ ὁ δημότης Λουσιεύς, ὡς Δ. Φησίν. Τυρμεῖδαι ... Δῆμος τῆς Οἰνηίδος οἱ Τυρμεῖδαι, ὥς φησι Διόδωρος. Ξυπεταίονες ... Δῆμος τῆς Κεκροπίδος Ξυπέτη, ἀφ ̓ ἧς ὁ δημότης Ξυπεταίων, ὡς Δ. Τρινεμεῖς, δῆμος τῆς Κεκροπίδος φυλῆς. Διόδωρος καὶ Δίδυμος Τρινεμεῖς ἀναγράφουσι τὸν δῆμον, Καλλίμαχος Ἑκάλῃ Τρινέμειαν. Ὁ δημότης Τρινεμεύς. Τὸ τοπικὸν Τρινεμέαθεν, εἰς τόπον Τρινεμήνδε, ἐν τόπῳ Τρινεμεάσι.

---

DIODORUS PERIEGETA, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2265.tlg002.local002/.
