Ancient Greek · ~3 min
1.1 to 1.3
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 1.1-2-3
Not analysed yet
δικαίως ἄν τις ἀπορήσειε τὸν νοῦν ἐπιστήσας τῇ κατὰ τὸν ἀνθρώπινον βίον ἀνωμαλίᾳ· οὔτε γὰρ τῶν νομιζομένων ἀγαθῶν οὐδὲν ὁλόκληρον εὑρίσκεται δεδομένον τοῖς ἀνθρώποις οὔτε τῶν κακῶν αὐτοτελὲς ἄνευ τινὸς εὐχρηστίας. τούτου δὲ τὰς ἀποδείξεις ἐξέσται λαμβάνειν ἐπιστήσαντας τὴν διάνοιαν ταῖς προγεγενημέναις πράξεσι, καὶ μάλιστα ταῖς μεγίσταις. ἡ γὰρ Ξέρξου τοῦ Περσῶν βασιλέως ἐπὶ τὴν Ἑλλάδα στρατεία διὰ τὸ μέγεθος τῶν δυνάμεων τὸν μέγιστον ἐπέστησε φόβον τοῖς Ἕλλησιν, ὡς ἂν ὑπὲρ ἀνδραποδισμοῦ μελλόντων πολεμεῖν, καὶ προκαταδεδουλωμένων τῶν κατὰ τὴν Ἀσίαν Ἑλληνίδων πόλεων πάντες ὑπέλαβον καὶ τὰς κατὰ τὴν Ἑλλάδα τῆς ὁμοίας τύχης πειράσεσθαι. τοῦ δὲ πολέμου παρὰ τὴν προσδοκίαν τὸ τέλος λαβόντος παράδοξον, οὐ μόνον τῶν κινδύνων ἀπελύθησαν οἱ τὴν Ἑλλάδα κατοικοῦντες, ἀλλὰ καὶ δόξαν μεγάλην κατεκτήσαντο, καὶ τοσαύτης εὐπορίας ἐπληρώθη πᾶσα πόλις Ἑλληνίς, ὥστε πάντας θαυμάσαι τὴν εἰς τοὐναντίον μεταβολήν.