Ancient Greek · ~3 min
1.1 to 1.2
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 1.1-4-2
Not analysed yet
πάντας μὲν ἴσως εἰκός ἐστι προσάντως ἀκούειν τὰς καθʼ ἑαυτῶν βλασφημίας· καὶ γὰρ οἱ κατὰ πᾶν ἔκδηλον ἔχοντες τὴν ἑαυτῶν κακίαν, ὥστε μηδʼ ἐξαρνεῖσθαι, ὅμως ψόγου τυγχάνοντες διαγανακτοῦσι καὶ λόγους εἰσφέρειν πειρῶνται πρὸς τὴν κατηγορίαν. διόπερ εὐλαβητέον ἐκ παντὸς τρόπου τὸ πράττειν τι φαῦλον πᾶσι, μάλιστα μέντοι τοῖς ἡγεμονίας ὀρεγομένοις ἤ τινος ἐπισήμου τύχης μεταλαβοῦσιν· ὁ γὰρ τούτων βίος περίοπτος ὢν διὰ τὴν ἐπιφάνειαν ἐν πᾶσιν ἀδυνατεῖ κρύπτειν τὴν ἰδίαν ἄγνοιαν· ὥστε μηδεὶς ἐλπιζέτω τῶν τυχόντων ὑπεροχῆς τινος, ἂν ἐξαμαρτάνῃ μεγάλα, λήσεσθαι διὰ τέλους ἀνεπιτίμητος. καὶ γὰρ ἂν ἐν τῷ καθʼ ἑαυτὸν βίῳ διαφύγῃ τὸν ἀπὸ τῆς ἐπιτιμήσεως λόγον, ὕστερον ἥξειν ἐπʼ αὐτὸν προσδεχέσθω τὴν ἀλήθειαν μετὰ παρρησίας κηρύττουσαν τὰ πάλαι σιωπώμενα.