Ancient Greek · ~2 min
Book XV, Chapter 1
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 1.6
Not analysed yet
ἡμεῖς δὲ τούτοις ἀρκούντως ἐπιτετιμηκότες ἐπὶ τὸ συνεχὲς τῆς ἱστορίας μεταβησόμεθα προδιορίσαντες τοὺς οἰκείους τῇ γραφῇ χρόνους. ἡ μὲν οὖν πρὸ ταύτης βύβλος, οὖσα τῆς ὅλης συντάξεως τεσσαρεσκαιδεκάτη, τὸ τέλος ἔσχε τῶν πράξεων εἰς τὸν Ῥηγίνων ἀνδραποδισμὸν ὑπὸ Διονυσίου καὶ τὴν ἅλωσιν τῆς Ῥώμης ὑπὸ Γαλατῶν, ἥτις ἐγένετο κατὰ τὸν προηγούμενον ἐνιαυτὸν τῆς Περσῶν στρατείας εἰς Κύπρον ἐπʼ Εὐαγόραν τὸν βασιλέα· ἐν ταύτῃ δὲ τὴν ἀρχὴν ἀπὸ τούτου τοῦ πολέμου ποιησάμενοι καταλήξομεν ἐπὶ τὸν προηγούμενον ἐνιαυτὸν τῆς Φιλίππου τοῦ Ἀμύντου βασιλείας.