Ancient Greek · ~2 min
Book XV, Chapter 10
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 10.3-3
Not analysed yet
λέγεται δὲ πολλὰς μὲν καὶ ἄλλας χρείας ἐνδεδεῖχθαι τῷ βασιλεῖ, μίαν δὲ μεγίστην, ἐξ ἧς αὐτὸν θαυμασθῆναι συνέβη καὶ μέγιστον γενέσθαι φίλον· κατὰ γάρ τινα κυνηγίαν ἐφʼ ἅρματος ὀχουμένου τοῦ βασιλέως δύο λέοντας ἐπʼ αὐτὸν ὁρμῆσαι, καὶ τῶν μὲν ἵππων τῶν ἐν τῷ τεθρίππῳ δύο διασπάσαι, τὴν δʼ ὁρμὴν ἐπʼ αὐτὸν ποιεῖσθαι τὸν βασιλέα· καθʼ ὃν δὴ καιρὸν ἐπιφανέντα τὸν Τιρίβαζον τοὺς μὲν λέοντας ἀποκτεῖναι, τὸν δὲ βασιλέα ἐκ τῶν κινδύνων ἐξελέσθαι.